Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 53.16 Dem. 53.18 (English) >>Dem. 53.21

53.17ἀνακεκριμένου γὰρ ἤδη μου κατʼ αὐτοῦ τὴν τῆς ψευδοκλητείας γραφὴν καὶ μέλλοντος εἰσιέναι εἰς τὸ δικαστήριον, τηρήσας με ἀνιόντα ἐκ Πειραιῶς ὀψὲ περὶ τὰς λιθοτομίας παίει τε πὺξ καὶ ἁρπάζει μέσον καὶ ἐώθει με εἰς τὰς λιθοτομίας, εἰ μή τινες προσιόντες, βοῶντός μου ἀκούσαντες, παρεγένοντο καὶ ἐβοήθησαν. ἡμέραις δὲ οὐ πολλαῖς ὕστερον εἰσελθὼν εἰς τὸ δικαστήριον πρὸς ἡμέραν διαμεμετρημένην, καὶ ἐξελέγξας αὐτὸν τὰ ψευδῆ κεκλητευκότα καὶ τὰ ἄλλα ὅσα εἴρηκα ἠδικηκότα, εἷλον. 53.18καὶ ἐν τῇ τιμήσει βουλομένων τῶν δικαστῶν θανάτου τιμῆσαι αὐτῷ, ἐδεήθην ἐγὼ τῶν δικαστῶν μηδὲν διʼ ἐμοῦ τοιοῦτον πρᾶξαι, ἀλλὰ συνεχώρησα ὅσουπερ αὐτοὶ ἐτιμῶντο, ταλάντου, οὐχ ἵνα μὴ ἀποθάνῃ Ἀρεθούσιος (ἄξια γὰρ αὐτῷ θανάτου εἴργαστο εἰς ἐμέ), ἀλλʼ ἵνα ἐγὼ Πασίωνος ὢν καὶ κατὰ ψήφισμα πολίτης μηδένα Ἀθηναίων ἀπεκτονὼς εἴην. ὡς δʼ ἀληθῆ εἴρηκα πρὸς ὑμᾶς, τούτων ὑμῖν πάντων τοὺς μάρτυρας παρέξομαι.Μάρτυρες

53.19 μὲν τοίνυν ἀδικούμενος, ἄνδρες δικασταί, ὑπʼ αὐτῶν τὴν ἀπογραφὴν ἐποιησάμην, δεδήλωκα ὑμῖν· ὡς δʼ ἔστιν Ἀρεθουσίου τὰ ἀνδράποδα ταῦτα καὶ ὄντα ἐν τῇ οὐσίᾳ τῇ ἐκείνου ἀπέγραψα, ἐπιδείξω ὑμῖν. τὸν μὲν γὰρ Κέρδωνα ἐκ μικροῦ παιδαρίου ἐξεθρέψατο· καὶ ὡς ἦν Ἀρεθουσίου, τούτων ὑμῖν τοὺς εἰδότας μάρτυρας παρέξομαι.Μάρτυρες



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 53.16 Dem. 53.18 (English) >>Dem. 53.21

Powered by PhiloLogic